Malachi 1:2
Ἠγάπησα ὑμᾶς, λέγει Κύριος. καὶ εἴπατε· ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακώβ; λέγει Κύριος, καὶ ἠγάπησα τόν Ἰακώβ,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
1ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.
Cross References
Genesis 25:23καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Genesis 25:26καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβέκκα.
Genesis 27:33ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
Genesis 28:13ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.
Genesis 48:4καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
Deuteronomy 7:6ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ προείλετο Κύριος ὁ Θεός σου εἶναι αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς.