Malachi 1:8
διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίας, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτῷ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκράτωρ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 22:19δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν.
Leviticus 22:23καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται.
Job 42:8νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ.
Jeremiah 14:10οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ· ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν.
Malachi 1:10διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.