Malachi 2:14
καὶ εἴπατε· ἕνεκεν τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀναμέσον σοῦ καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 2:18Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν.
Judges 11:10καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε· Κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ρῆμά σου οὕτω ποιήσομεν.
Proverbs 2:17υἱέ, μή σὲ καταλάβῃ κακὴ βουλή, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη·
Proverbs 5:20μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας·
Ecclesiastes 9:9καὶ ἰδὲ ζωὴν μετὰ γυναικός, ἧς ἠγάπησας, πάσας τὰς ἡμέρας ζωῆς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον, ὅτι αὐτὸ μερίς σου ἐν τῇ ζωῇ σου καὶ ἐν τῷ μόχθῳ σου, ᾧ σὺ μοχθεῖς ὑπὸ τὸν ἥλιον.
Isaiah 54:6οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐδ᾿ ὡς γυναίκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός σου·