Malachi 2:9
κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενουμένους καὶ ἀπερριμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ᾿ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 1:17οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ, καὶ ἀκούσομαι αὐτό.
1 Kings 22:28καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.
Proverbs 10:7μνήμη δικαίων μετ᾿ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
Jeremiah 28:15Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν,
Ezekiel 13:21καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.