Micah 4:2
καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Psalms 25:8Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.
Psalms 110:2μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ·
Isaiah 42:1ΙΑΚΩΒ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
Isaiah 54:13καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.
Jeremiah 50:4καὶ οὐκ ἤκουσεν Ἰωανὰν καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου κατοικῆσαι ἐν γῇ Ἰούδα.
Zechariah 2:11εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.