Nahum 1:14
καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου Θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· θήσομαι ταφήν σου, ὅτι ταχεῖς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13καὶ νῦν συντρίψω τὴν ράβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω·
Cross References
Exodus 12:12καί διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος.
1 Samuel 3:13καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς
2 Chronicles 32:21καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ.
Isaiah 14:20οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.
Isaiah 33:13ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.