Nehemiah 1
1ΛΟΓΟΙ Νεεμία υἱοῦ Ἀχαλία, καὶ ἐγένετο ἐν μηνὶ Χασελεῦ ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσὰν ἀβιρά,
2καὶ ἦλθεν Ἀνανὶ εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ἰούδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ἱερουσαλήμ,
3καὶ εἴποσαν πρός με· οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἱερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.
4καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ
5καὶ εἶπα· μὴ δή, Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρός, ὁ μέγας καὶ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ·
6ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου. καὶ ἐξαγορεύσω ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραήλ, ἃς ἡμάρτομέν σοι. καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν·
7διαλύσει διελύσαμεν πρός σε· καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου.
8μνήσθητι δὴ τὸν λόγον, ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων· ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·
9καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ' ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ.
10καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ.
11μὴ δή, Κύριε· ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου. καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.