The Bible Software
Nehemiah · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Nehemiah 11

1ΚΑΙ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἱερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἱερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι.

2καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἱερουσαλήμ·

3καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ, ἐν πόλεσιν αὐτῶν Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμών·

4καὶ ἐν Ἱερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰούδα καὶ ἀπὸ υἱῶν Βενιαμίν. ἀπὸ υἱῶν Ἰούδα· Ἀθαΐα υἱὸς Ἀζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεὴλ καὶ ἀπὸ τῶν υἱῶν Φαρές,

5καὶ Μαασία υἱὸς Βαρούχ, υἱὸς Χαλαζά, υἱὸς Ὀζία, υἱὸς Ἀδαΐα, υἱὸς Ἰωαρίβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί·

6πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν Ἱερουσαλὴμ τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως.

7καὶ οὗτοι υἱοὶ Βενιαμίν· Σηλὼ υἱὸς Μεσουλάμ, υἱὸς Ἰωάδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς Ἐθιήλ, υἱὸς Ἰεσία,

8καὶ ὀπίσω αὐτοῦ Γηβέ, Σηλί, ἐννακόσιοι εἰκοσιοκτώ.

9καὶ Ἰωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπ' αὐτούς, καὶ Ἰούδα υἱὸς Ἀσανὰ ἀπὸ τῆς πόλεως δεύτερος·

10ἀπὸ τῶν ἱερέων· καὶ Ἰαδία υἱὸς Ἰωρίβ, Ἰαχίν,

11Σαραία υἱὸς Ἐλχία, υἱὸς Μεσουλάμ, υἱὸς Σαδδούκ, υἱὸς Μαριώθ, υἱὸς Αἰτὼθ ἀπέναντι οἴκου τοῦ Θεοῦ.

12καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου ὀκτακόσιοι εἰκοσιδύο. καὶ Ἀδαΐα υἱὸς Ἱεροάμ, υἱοῦ Φαλαλία, υἱοῦ Ἀμασί, υἱὸς Ζαχαρία, υἱὸς Φασσούρ, υἱὸς Μελχία,

13καὶ ἀδελφοὶ αὐτοῦ, ἄρχοντες πατριῶν διακόσιοι τεσσαρακονταδύο. καὶ Ἀμασία υἱὸς Ἐσδριήλ, υἱοῦ Μεσαριμίθ, υἱοῦ Ἐμμήρ,

14καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων.

15καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαΐα υἱὸς Ἐσρικάμ,

16

17Ματθανίας υἰὸς Μιχὰ καὶ Ἰωβὴβ υἱὸς Σαμουΐ,

18διακόσιοι ὀγδοηκοντατέσσαρες.

19καὶ οἱ πυλωροὶ Ἀκούβ, Τελαμίν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο.

20

21

22καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανί, υἱὸς Ὀζί, υἱὸς Ἀσαβία, υἱὸς Μιχά. ἀπὸ υἱῶν Ἀσὰφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ·

23ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς.

24καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ.

25καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ἰούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ

26καὶ ἐν Ἰησοῦ

27καὶ ἐν Βηρσαβεέ, καὶ ἐπαύλεις αὐτῶν,

28

29

30Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ.

31καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς.

32

33

34

35

36καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ἰούδα τῷ Βενιαμίν.

← Nehemiah 10Read In The App, Free →Nehemiah 12 →

Study Nehemiah 11

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213