The Bible Software
Nehemiah · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Nehemiah 12

1ΚΑΙ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραΐα, Ἱερεμία, Ἔσδρα,

2Ἀμαρία, Μαλούχ,

3Σεχενία·

4

5

6

7οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ.

8καὶ οἱ Λευῖται, Ἰησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, Ἰωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας.

9

10καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακίμ, καὶ Ἰωακὶμ ἐγέννησε τὸν Ἐλιασίβ, καὶ Ἐλιασὶβ τὸν Ἰωδαέ,

11καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδού.

12καὶ ἐν ἡμέραις Ἰωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα Ἀμαρία, τῷ Ἱερεμίᾳ Ἀνανία,

13τῷ Ἔσδρᾳ Μεσουλάμ, τῷ Ἀμαρίᾳ Ἰωανάν,

14τῷ Ἀμαλοὺχ Ἰωνάθαν, τῷ Σεχενίᾳ Ἰωσήφ,

15τῷ Ἀρὲ Μαννάς, τῷ Μαριὼθ Ἐλκαΐ,

16τῷ Ἀδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μοσολάμ,

17τῷ Ἀβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί,

18τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ Ἰωνάθαν,

19τῷ Ἰωαρὶβ Ματθαναΐ, τῷ Ἐδίῳ Ὀζί,

20τῷ Σαλαΐ Καλλαΐ, τῷ Ἀμὲκ Ἀβέδ,

21τῷ Ἐλκίᾳ Ἀσαβίας, τῷ Ἰεδεϊοὺ Ναθαναήλ.

22οἱ Λευῖται ἐν ἡμέραις Ἐλιασίβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

23υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισουέ.

24καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν Ἀσαβία καὶ Σαραβία καὶ Ἰησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν

25ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς

26ἐν ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰησοῦ, υἱοῦ Ἰωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεύς.

27Καί ἐν ἐγκαινίοις τείχους Ἱερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἱερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.

28καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἱερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων

29καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἱερουσαλήμ.

30καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

31καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας,

32καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὠσαΐα καὶ ἥμισυ ἀρχόντων Ἰούδα

33καὶ Ἀζαρίας καὶ Ἔσδρας καὶ Μεσολλάμ,

34καὶ Ἰούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ Ἱερεμία

35καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς Ἰωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς Ἀσάφ·

36καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ Ὀζιήλ, Γελώλ, Ἰαμά, Ἀΐα, Ναθαναὴλ καὶ Ἰούδα, Ἀνανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ Ἔσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν·

37ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς.

38καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος

39καὶ ὑπεράνω τῆς πύλης Ἐφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ Ἀναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς.

40καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ' ἐμοῦ

41καὶ οἱ ἱερεῖς Ἐλιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, Ἐλιωηναί, Ζαχαρίας, Ἀνανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ Ἐλεάζαρ καὶ Ὀζὶ καὶ Ἰωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ Ἐζούρ,

42καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.

43καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἱερουσαλὴμ ἀπὸ μακρόθεν.

44Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ἰούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.

45καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ.

46ὅτι ἐν ἡμέραις Δαυὶδ Ἀσὰφ ἀπ' ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ.

47καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.

← Nehemiah 11Read In The App, Free →Nehemiah 13 →

Study Nehemiah 12

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213