Nehemiah 2:19
καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνὶ καὶ Γησὰμ ὁ Ἀραβὶ καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ' ἡμᾶς καὶ εἶπαν· τί τὸ ρῆμα τοῦτο, ὃ ὑμεῖς ποιεῖτε; ᾖ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Nehemiah 4:1ΚΑΙ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα·
Nehemiah 6:6καὶ ἦν γεγραμμένον ἐν αὐτῇ· ‘ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα·
Job 30:1ΝΥΝΙ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
Psalms 79:4ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
Psalms 80:7ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.