The Bible Software
Nehemiah · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Nehemiah 3

1ΚΑΙ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν. αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀναμεὴλ

2καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἱεριχὼ καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχούρ, υἱοῦ Ἀμαρί.

3καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ἀσανά· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

4καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμὼθ υἱὸς Οὐρία, υἱοῦ Ἀκκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου υἱοῦ Μαζεβήλ, καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά.

5καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωΐμ, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

6καὶ τὴν πύλην Ἰασαναΐ ἐκράτησαν Ἰωϊδὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

7καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἕως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ,

8καὶ παρ' αὐτὸν παρησφαλίσατο Ὀζιὴλ υἱὸς Ἀραχίου πυρωτῶν. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἀνανίας υἱὸς τοῦ Ρωκεΐμ, καὶ κατέλιπον Ἱερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος.

9καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ραφαΐα υἱὸς Σούρ, ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ.

10καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαΐα υἱὸς Ἐρωμὰφ καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀττοὺθ υἱὸς Ἀσαβανία.

11καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς Ἠρὰμ καὶ Ἀσοὺβ υἱὸς Φαὰτ Μωὰβ καὶ ἕως πύργου τῶν θαννουρίμ.

12καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς Ἀλλωῆς ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.

13τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἀνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.

14καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ρηχὰβ ἄρχων περιχώρου Βηθακχαρίμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

15τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐξῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ.

16ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς Ἀζαβοὺχ ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ ἕως κήπου τάφου Δαυὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαρίμ.

17ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀσαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ.

18καὶ μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεΐ υἱὸς Ἠναδὰδ ἄρχων ἡμίσους περιχώρου Κεϊλά.

19καὶ ἐκράτησαν ἐπὶ χεῖρα αὐτοῦ Ἀζοὺρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφαί, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.

20μετ' αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.

21μετ' αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ Ἀκκώς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ.

22καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Ἐκχεχάρ.

23καὶ μετ' αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν. καὶ μετ' αὐτὸν ἐκράτησεν Ἀζαρίας υἱὸς Μαασίου, υἱοῦ Ἀνανία ἐχόμενα οἴκου αὐτοῦ.

24καὶ μετ' αὐτὸν ἐκράτησε Βανὶ υἱὸς Ἀδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρία ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς

25Φαλὰχ υἱοῦ Εὐζαΐ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ' αὐτὸν Φαδαΐα υἱὸς Φόρος.

26καὶ οἱ ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ Ὠφὰλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων.

27καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ Θεκωΐμ μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Ὀφλά.

28ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ.

29καὶ μετ' αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. καὶ μετ' αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.

30μετ' αὐτὸν ἐκράτησεν Ἀνανία υἱὸς Σελεμία καὶ Ἀνὼμ υἱὸς Σελέφ, ὁ ἕκτος, μέτρον δεύτερον. μετ' αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ.

31μετ' αὐτὸν ἐκράτησε Μελχία υἱὸς τοῦ Σαρεφὶ ἕως Βηθαναθινὶμ καὶ οἱ ροπωπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς.

32καὶ ἀνὰ μέσον τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ροπωπῶλαι.

33Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις.

34καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ· αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας;

35καὶ Τωβίας ὁ Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε καὶ εἶπε πρὸς αὐτούς· μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν;

36ἄκουσον, ὀ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν,

37καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.

← Nehemiah 2Read In The App, Free →Nehemiah 4 →

Study Nehemiah 3

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213