Nehemiah 6
1ΚΑΙ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ καὶ Τωβίᾳ καὶ τῷ Γησὰμ τῷ Ἀραβὶ καὶ τοῖς καταλοίποις ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.
2καὶ ἀπέστειλε Σαναβαλλὰτ καὶ Γησὰμ πρός με λέγων· δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ὠνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.
3καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων· ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μή ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.
4καὶ ἀπέστειλαν πρός με ὡς τὸ ρῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.
5καὶ ἀπέστειλε πρός με Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ.
6καὶ ἦν γεγραμμένον ἐν αὐτῇ· ‘ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα·
7καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἱερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.
8καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων· οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι, ὡς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς.
9ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες· ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου’.
10Κἀγὼ εἰσῆλθον εἰς οἶκον Σεμεΐ υἱοῦ Δαλαΐα, υἱοῦ Μεταβεήλ καὶ αὐτὸς συνεχόμενος καὶ εἶπε· συναχθῶμεν εἰς οἶκον τοῦ Θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.
11καὶ εἶπα· τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται;
12καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ Θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ' ἐμοῦ, καὶ Τωβίας καὶ Σαναβαλλὰτ ἐμισθώσαντο
13ἐπ' ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσί με.
14μνήσθητι, ὁ Θεός, Τωβία καὶ Σαναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα, καὶ τῷ Νωαδίᾳ τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν, οἳ ἦσαν φοβερίζοντές με.
15Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐλοὺλ μηνὸς εἰς πεντήκοντα καὶ δύο ἡμέρας.
16καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσε φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ Θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο.
17καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς,
18ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενία υἱοῦ Ἡραέ, καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβε τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχία εἰς γυναῖκα.
19καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ, καὶ ἐπιστολὰς ἀπέστειλε Τωβίας φοβερίσαι με.