Nehemiah 7:70
καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμίᾳ εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χωθωνὼθ τῶν ἱερέων τριάκοντα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 12:22λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωΐ.
Numbers 7:2καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν, οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς,
1 Chronicles 28:17καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ ἀργυρῶν, καὶ θυΐσκων κεφφουρὲ ἑκάστου σταθμοῦ.
2 Chronicles 4:8καὶ ἐποίησε τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων, καὶ ἐποίησε φιάλας χρυσᾶς ἑκατόν.
Nehemiah 8:9καὶ εἶπε Νεεμίας καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται καὶ οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ· ἡμέρα ἁγία ἐστὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιε πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου.