Nehemiah 8:17
καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία, οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας, σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς· ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ οὕτως οἱ υἱοὶ Ἰσραὴλ ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐγένετο εὐφροσύνη μεγάλη.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 16:15ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ Θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς γενήμασί σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος.
1 Chronicles 29:22καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.
2 Chronicles 8:13κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶ καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.
2 Chronicles 30:23καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
2 Chronicles 35:18καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν τὸ φασέκ, ὃ ἐποίησεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰούδα καὶ Ἰσραὴλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ.