Nehemiah 8:7
καὶ Ἰησοῦς καὶ Βαναΐας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 33:10δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
2 Chronicles 17:7καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Ἀβδίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν Ἰούδα·
2 Chronicles 30:22καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίαν σωτηρίου καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
Nehemiah 3:17ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀσαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ.
Nehemiah 3:23καὶ μετ' αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν. καὶ μετ' αὐτὸν ἐκράτησεν Ἀζαρίας υἱὸς Μαασίου, υἱοῦ Ἀνανία ἐχόμενα οἴκου αὐτοῦ.