Numbers 11:16
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν. καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 46:27υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.
Exodus 24:1ΚΑΙ Μωυσῇ εἶπεν· ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδημήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ·
Numbers 16:25καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνεπορεύθησαν μετ' αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ.
Deuteronomy 16:18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι, κατὰ φυλάς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.
Ezekiel 8:11καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ, καὶ Ἰεζονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε.