Numbers 11:23
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 6:1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
2 Kings 4:43καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ· τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε· δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος· φάγονται καὶ καταλείψουσι.
2 Kings 7:17καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύσατο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.
Isaiah 50:2τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ρύσασθαι ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει.
Jeremiah 32:17ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος.