Numbers 14:2
καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή· ὄφελον ἀπεθάνομεν ἐν τῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
1ΚΑΙ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκε φωνήν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.
Cross References
Exodus 14:11καὶ εἶπαν πρὸς Μωυσῆν· παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου;
Exodus 16:2διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρών,
Numbers 11:1ΚΑΙ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου, καὶ ἤκουσε Κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς.
Numbers 14:27ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον μου, τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
Numbers 20:2καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών.