Numbers 17:5
μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 1:51καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνήν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνήν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω.
Numbers 16:11οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν· καὶ Ἀαρὼν τίς ἐστιν, ὅτι διαγογγύζετε κατ' αὐτοῦ;
Numbers 17:10ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
2 Chronicles 26:16Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.
Isaiah 5:24διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ρίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.
Isaiah 13:11καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.