Numbers 2:34
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
33οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
Cross References
Numbers 1:19ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά.
Numbers 2:2ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.
Numbers 10:28αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ, καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν.
Numbers 23:21οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ' αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ·
Numbers 24:5ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ!