Numbers 20:12
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.
Cross References
Numbers 11:15εἰ δ' οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.
Numbers 20:24προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.
Deuteronomy 1:37καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ·
Deuteronomy 32:49ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ τοῦτο, ὄρος Ναβαῦ, ὅ ἐστιν ἐν γῇ Μωὰβ κατὰ πρόσωπον Ἱεριχώ, καὶ ἰδὲ τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ, εἰς κατάσχεσιν,
Deuteronomy 34:4καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
2 Chronicles 20:20Καὶ ὤρθρισαν πρωΐ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ, καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε καὶ εἶπεν· ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.