Numbers 20:17
παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
18καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· οὐ διελεύσῃ δι' ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.
Cross References
Numbers 21:22οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.
Deuteronomy 2:27παρελεύσομαι διὰ τῆς γῆς σου, ἐν τῇ ὁδῷ πορεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδ᾿ ἀριστερά·
Deuteronomy 2:29καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἡσαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ, ἕως ἂν παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.