Numbers 21:33
καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 1:4μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἐσεβὼν καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν,
Deuteronomy 3:1ΚΑΙ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν, καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἑδραΐμ.
Deuteronomy 29:7καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβὴν καὶ τῷ Γαδδὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.
Joshua 9:10καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν.
Joshua 13:12πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε.