Numbers 22:11
ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
10καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεόν· Βαλὰκ υἱὸς Σεπφώρ, βασιλεὺς Μωάβ, ἀπέστειλεν αὐτοὺς πρός με λέγων·
12καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαάμ· οὐ πορεύσῃ μετ' αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος.
Cross References
Genesis 27:29καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
Numbers 23:11καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
Joshua 24:10καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε, καὶ εὐλογίαις εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς.