Numbers 27:18
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάβε πρὸς σεαυτὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ' αὐτὸν
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 17:9εἶπε δὲ Μωυσῆς τῷ Ἰησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ράβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου.
Numbers 11:25καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ' αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπ' αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκ ἔτι προσέθεντο.
Numbers 13:16τῆς φυλῆς Γὰδ Γουδιὴλ υἱὸς Μακχί·
Deuteronomy 3:21Καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας, ἐφ᾿ ἃς σὺ διαβαίνεις ἐκεῖ·
Deuteronomy 31:7καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς·
Deuteronomy 31:23καὶ ἐνετείλατο Μωυσῆς Ἰησοῖ καὶ εἶπεν· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.