Numbers 30:2
καὶ ἐλάλησε Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
1ΚΑΙ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
Cross References
Genesis 28:20καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
Leviticus 5:4ἡ ψυχή, ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾿ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων,
Numbers 21:2καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
Numbers 30:10καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης ὅσα ἐὰν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ.
Judges 11:11καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαάδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ᾿ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν. καὶ ἐλάλησεν Ἰεφθάε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον Κυρίου ἐν Μασσηφά.
Judges 11:35καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ἆ ἆ, θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι.