Numbers 8:12
οἱ δὲ Λευῖται ἐπιθήσουσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 29:10καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·
Leviticus 4:20καὶ ποιήσει τὸν μόσχον, ὃν τρόπον ἐποίησε τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτω ποιηθήσεται· καὶ ἐξιλάσεται περί αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία.
Leviticus 5:7Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα.
Leviticus 8:14καὶ προσήγαγε Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας.
Leviticus 8:18καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
Leviticus 9:7καὶ εἶπε Μωυσῆς τῷ Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.