Obadiah 1:7
ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου, ἀντέστησάν σοι, ἠδυνάσθησαν πρός σε ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις αὐτοῖς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
6πῶς ἐξηρευνήθη Ἡσαῦ καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ;
8ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ·
Cross References
Psalms 41:10ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθου; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
Isaiah 19:11καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ· υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;
Jeremiah 4:30καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου; εἰ μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν.
Jeremiah 30:14πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησαν·
Jeremiah 49:7Καὶ ἐγενήθη μεθ' ἡμέρας δέκα ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν.
Ezekiel 23:22Διὰ τοῦτο Ὀολιβά, τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,