Ψαλμός 51:11
ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Cast me not away from thy presence; and take not thy holy spirit from me.
In Context
Cross References
Genesis 4:14εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
Judges 13:25καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν καὶ ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαόλ.
Judges 16:20καὶ εἶπε Δαλιδά· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ.
1 Samuel 16:14Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.
2 Kings 13:23καὶ ἠλέησε Κύριος αὐτούς, καὶ ᾠκτείρησεν αὐτοὺς καὶ ἐπέβλεψεν ἐπ᾿ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
2 Kings 23:27καὶ εἶπε Κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην τὴν Ἱερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἶπον· ἔσται τὸ ὄνομά μου ἐκεῖ.