Ψαλμός 60:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυΐδ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2ΕΙΣΑΚΟΥΣΟΝ, ὁ Θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.
Cross References
1 Samuel 4:17καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε· πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη.
1 Samuel 13:11καὶ εἶπε Σαμουήλ· τί πεποίηκας; καὶ εἶπε Σαούλ· ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς,
1 Samuel 31:1ΚΑΙ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ, καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ.
2 Samuel 8:3καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ραάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.
2 Samuel 8:13καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας.
2 Samuel 10:16καὶ ἀπέστειλεν Ἀδρααζὰρ καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο εἰς Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.