The Bible Software
Ψαλμός · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Ψαλμός 61

1Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούν· ψαλμὸς τῷ Δαυΐδ.

2ΟΥΧΙ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾿ αὐτῷ γὰρ τὸ σωτήριόν μου·

3καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, καὶ ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

4ἕως πότε ἐπιτίθεσθε ἐπ᾿ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.

5πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. (διάψαλμα).

6πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ᾿ αὐτῷ ἡ ὑπομονή μου.

7ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.

8ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.

9ἐλπίσατε ἐπ᾿ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν. (διάψαλμα).

10πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.

11μὴ ἐλπίζετε ἐπ᾿ ἀδικίαν καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ρέῃ, μὴ προστίθεσθε καρδίαν.

12ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ,

13καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

← Ψαλμός 60Read In The App, Free →Ψαλμός 62 →

Study Ψαλμός 61

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschCharles SpurgeonScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150