Ψαλμός 74
1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ.
2ΕΞΟΜΟΛΟΓΗΣΟΜΕΘΑ σοι, ὁ Θεός, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.
3διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ.
4ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. (διάψαλμα).
5εἶπα τοῖς παρανομοῦσι· μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας,
6μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.
7ὅτι οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων,
8ὅτι ὁ Θεὸς κριτής ἐστι, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.
9ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς·
10ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.