Ψαλμός 82
1ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ.
2Ο ΘΕΟΣ, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραυ±νῃς, ὁ Θεός·
3ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν,
4ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
5εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.
6ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο
7τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοί,
8Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.
9καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. (διάψαλμα).
10ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών·
11ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
12θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν,
13οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.
14ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·
15ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη,
16οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.
17πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.
18αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
19καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ¨Υψιστος ἐπὶ πᾶσαν τὴν γῆν.