Zechariah 1:14
καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ρήματα καλὰ καὶ λόγους παρακλητικούς.
Cross References
Isaiah 9:7μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
Isaiah 40:1ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.
Isaiah 42:13Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.
Isaiah 63:15Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;
Hosea 11:8τί σε διαθῶμαι, Ἐφραίμ; ὑπερασπιῶ σου, Ἰσραήλ; τί σε διαθῷ; ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβνείμ; μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου.
Nahum 1:2Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τούς ἐχθροὺς αὐτοῦ.