Zechariah 1:3
καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην,
Cross References
Deuteronomy 30:2καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
2 Chronicles 15:2καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδᾳ καὶ Βενιαμὶν καὶ εἶπεν· ἀκούσατέ μου, Ἀσὰ καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν. Κύριος μεθ' ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ' αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς.
2 Chronicles 30:6καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες· οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ·
Isaiah 31:6ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον.
Jeremiah 3:12πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς· ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.
Jeremiah 4:1ΕΑΝ ἐπιστραφῇ Ἰσραήλ, λέγει Κύριος, πρός με ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ