Zechariah 3:4
καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· ἀφέλετε τὰ ἱμάτια τὰ ρυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ἀφῃ£ρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
3καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ρυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
Cross References
1 Kings 22:19καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων.
Psalms 51:9ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾿ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
Isaiah 6:5καὶ εἶπον· ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.
Isaiah 43:25ἐγώ εἰμι, ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ καὶ τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι.
Isaiah 52:1ΕΞΕΓΕΙΡΟΥ ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
Isaiah 61:10καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.