Zechariah 4:14
καὶ εἶπεν· οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Then said he, These are the two anointed ones, that stand by the LORD of the whole earth.
In Context
13καὶ εἶπε πρός με· οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα οὐχί, κύριε.
Cross References
Exodus 40:15Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή·
Deuteronomy 10:8ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
Joshua 3:13καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
1 Samuel 16:1ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
1 Kings 17:1ΚΑΙ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
Psalms 2:6Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ