Α' Ἐπιστολὴ πρὸς Κορινθίους 1:18
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
19Γέγραπται γάρ, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
Read all of Α' Ἐπιστολὴ πρὸς Κορινθίους 1
Cross References
Acts 2:47αἰνοῦντες τὸν θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν ⸂τῇ ἐκκλησίᾳ.
Acts 17:18Τινὲς δὲ ⸂καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν⸃ φιλοσόφων ⸂ 2συνέβαλλον⸃ αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν ⸆ εὐηγγελίζετο.
Romans 1:16Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον ⸋τοῦ χριστοῦ·⸌ δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
1 Corinthians 1:23ἡμεῖς δὲ κηρύσσομεν χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ⸂Ἕλλησιν⸃ δὲ μωρίαν·
1 Corinthians 2:14Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.
1 Corinthians 15:2δι᾽ οὗ καὶ σῴζεσθε· τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.