Α' Ἐπιστολὴ πρὸς Κορινθίους 7:34
⸂Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ⸃ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία ⸂ 2καὶ σώματι καὶ πνεύματι·⸃ ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸂ 3ἀρέσει⸃ τῷ ἀνδρί.
Η Καινή Διαθήκη
In The King James Version
In Context
33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.⸃
Read all of Α' Ἐπιστολὴ πρὸς Κορινθίους 7
Cross References
Luke 10:40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸂κατέλειπεν⸃ διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
Romans 12:1Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, ⸉εὐάρεστον τῷ θεῷ,⸊ τὴν λογικὴν λατρείαν ὑμῶν,
2 Corinthians 7:11Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ θεὸν λυπηθῆναι ⸋ὑμᾶς,⸌ πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ⸋ 2ἐν⸌ τῷ πράγματι.
2 Corinthians 11:28Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς ⸂μου⸃ ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
1 Thessalonians 5:23Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τηρηθείη.
Titus 3:8Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες ⸆ θεῷ. Ταῦτά ἐστιν ⸋τὰ⸌ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·