1 John 5:18
Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει· ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸂ἑαυτόν,⸃ καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
17Πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
19Οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμέν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
Cross References
John 3:2οὗτος ἦλθεν πρὸς ⸂αὐτὸν⸃ νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ⸉ταῦτα τὰ σημεῖα δύναται⸊ ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ.
John 15:4Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ ⸂μείνῃ⸃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ ⸂ 2μείνητε.⸃
John 15:9Καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸉ἠγάπησα ὑμᾶς·⸊ μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.