1 Peter 1:10
περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες·
Η Καινή Διαθήκη
In The King James Version
In Context
9κομιζόμενοι τὸ τέλος τῆς πίστεως ⸋ὑμῶν,⸌ σωτηρίαν ψυχῶν,
Cross References
Matthew 13:17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
Luke 10:24Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
Luke 24:44Εἶπεν δὲ ⸂αὐτοῖς,⸃ Οὗτοι οἱ λόγοι, ⸆ οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ⸂ 2ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς⸃ περὶ ἐμοῦ.