1 Peter 1:22
Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας ⸋διὰ πνεύματος⸌ εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ ⸋ 2καθαρᾶς⸌ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς·
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
John 15:3Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.
John 17:17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ ⸋σου·⸌ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
Acts 6:7Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Romans 1:5δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
Romans 6:16Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
Romans 12:9Ἡ ἀγάπη ἀνυπόκριτος, ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,