1 Peter 3:21
ὃ ⸂ἀντίτυπον νῦν καὶ ἡμᾶς⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ,
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Mark 16:16Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
Acts 2:38⸂Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε,⸃ καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸂ 2ἐπὶ⸃ τῷ ὀνόματι Ἰησοῦ χριστοῦ εἰς ἄφεσιν ⸆ ἁμαρτιῶν, ⸆ 2 καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος.
Acts 22:16Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα ⸂τοῦ κυρίου.⸃
Romans 6:3Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;