1 Peter 4:6
Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς.
7Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς ⸋τὰς⸌ προσευχάς·
Cross References
John 5:25Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ⸂ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.⸃
Romans 8:9Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
Galatians 2:19Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζήσω.
Ephesians 2:3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ⸂ἦμεν⸃ τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·
1 Peter 3:19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
Revelation 14:18Καὶ ἄλλος ἄγγελος ⸋ἐξῆλθεν⸌ ἐκ τοῦ θυσιαστηρίου, ⸆ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, ⸂καὶ ἐφώνησεν κραυγῇ μεγάλῃ⸃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας ⸋ 2τῆς ἀμπέλου⸌ τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.