Α’ Ἐπιστολὴ πρὸς Τῑμόθεον 3:16
Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ⸂θεὸς⸃ ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Α’ Ἐπιστολὴ πρὸς Τῑμόθεον 3
Cross References
Matthew 3:16⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς ⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν ⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν ⸂ 2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν ⸋ 2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν.
Matthew 13:11Ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸋αὐτοῖς⸌ ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
Mark 1:13Καὶ ἦν ⸋ἐκεῖ⸌ ἐν τῇ ἐρήμῳ ⸉ἡμέρας τεσσαράκοντα⸊ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.