2 Corinthians 10:7
Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ⸂ἀφ᾽⸃ ἑαυτοῦ, ὅτι ⸂ 2καθὼς αὐτὸς χριστοῦ, οὕτως καὶ ἡμεῖς χριστοῦ.⸃
Η Καινή Διαθήκη
In The King James Version
In Context
6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
Cross References
Matthew 23:5Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν ⸂δὲ⸃ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα ⸋τῶν ἱματίων αὐτῶν·⸌
John 7:24Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ⸂κρίνατε.⸃
1 Corinthians 1:12Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλώ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ χριστοῦ.
1 Corinthians 9:1⸉Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;⸊ Οὐχὶ ⸂Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶν⸃ ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
1 Corinthians 15:23Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ χριστός, ἔπειτα οἱ ⸋τοῦ⸌ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
2 Corinthians 10:1Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·