2 Corinthians 8:10
Καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Matthew 10:42Καὶ ὃς ⸂ἐὰν⸃ ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
John 16:7Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ⸋ἐγὼ⸌ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐκ ἐλεύσεται⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
1 Corinthians 6:12Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
1 Corinthians 7:40Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ ⸂δὲ⸃ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.
1 Corinthians 16:2Κατὰ μίαν ⸂σαββάτων⸃ ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ⸂ 2ἂν⸃ ⸂ 3εὐοδῶται,⸃ ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.
2 Corinthians 9:2οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ⸂ὁ ἐξ ὑμῶν ζῆλος⸃ ἠρέθισεν τοὺς πλείονας.