2 John 1:6
Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ⸉ἐστὶν ἡ ἐντολή,⸊ καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
John 14:21Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
John 15:14Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε ⸂ὅσα⸃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
Galatians 5:13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
1 John 2:24Ὑμεῖς ⸋οὖν⸌ ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ⸉ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ⸊ μενεῖτε.
1 John 5:15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὃ ⸂ἐὰν⸃ αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ⸂ 2παρ᾽⸃ αὐτοῦ.