2 John 1:9
Πᾶς ὁ ⸂παραβαίνων⸃ καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ, θεὸν οὐκ ἔχει· ὁ ⸆ μένων ἐν τῇ διδαχῇ ⸋τοῦ χριστοῦ,⸌ οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
Η Καινή Διαθήκη
In The King James Version
In Context
8Βλέπετε ἑαυτούς, ⸂ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.⸃
Cross References
Matthew 11:27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
John 5:23ἵνα πάντες τιμῶσιν τὸν υἱόν, καθὼς τιμῶσιν τὸν πατέρα. Ὁ μὴ τιμῶν τὸν υἱόν, οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
John 14:6Λέγει αὐτῷ ⸋ὁ⸌ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.
Acts 2:42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, ⸋καὶ⸌ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Titus 2:10μὴ νοσφιζομένους, ἀλλὰ ⸉πίστιν πᾶσαν⸊ ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν ⸆ τοῦ σωτῆρος ⸂ἡμῶν⸃ θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
Hebrews 6:1Διό, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,