Πράξεις Ἀποστόλων 1:11
οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸂ἐμβλέποντες⸃ εἰς τὸν οὐρανόν; Οὗτος ⸋ὁ⸌ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Πράξεις Ἀποστόλων 1
Cross References
Matthew 16:27Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Matthew 25:31Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ⸋ἅγιοι⸌ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,
Mark 14:70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, ⸋καὶ ἡ λαλιά σου ὁμοιάζει.⸌
Luke 24:5ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν ⸂τὸ πρόσωπον⸃ εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
Acts 2:7Ἐξίσταντο δὲ ⸋πάντες⸌ καὶ ἐθαύμαζον, λέγοντες ⸋ 2πρὸς ἀλλήλους,⸌ ⸂Οὐκ⸃ ἰδοὺ ⸂ 2πάντες⸃ οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
Acts 13:31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές ⸆ εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.